Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.1 Joseph. AJ 3.7 (English) >>Joseph. AJ 3.11

3.5

Ὁρῶν δʼ Μωυσῆς ἀθύμως διακειμένους καὶ τοῦ πράγματος τὸ ἀναντίλεκτον, οὐ γὰρ καθαρὸς ἦν στρατὸς ὥστε τῷ βιαζομένῳ τῆς ἀνάγκης ἀντιτάξαι τὸ ἀνδρεῖον, ἀλλὰ διέφθειρε τὸ κατʼ ἐκείνους γενναῖον παίδων τε καὶ γυναικῶν ὄχλος ἀσθενέστερος τῆς ἐκ λόγων διδασκαλίας, ἐν χαλεπωτέροις ἦν τὴν συμφορὰν τὴν ἁπάντων ἰδίαν αὐτοῦ ποιούμενος· 3.6καὶ γὰρ οὐδʼ ἐπʼ ἄλλον τινὰ συνέτρεχον ἀλλʼ ἐπʼ αὐτόν, ἀντιβολοῦντες γύναια μὲν ὑπὲρ νηπίων οἱ δʼ ἄνδρες ὑπὲρ ἐκείνων μὴ περιορᾶν, ἀλλʼ ἐκπορίζειν αὐτοῖς ἀφορμήν τινα σωτηρίας. ἱκετεύειν οὖν τρέπεται τὸν θεὸν μεταβαλεῖν τὸ ὕδωρ ἐκ τῆς παρούσης κακίας καὶ πότιμον αὐτοῖς παρασχεῖν. 3.7καὶ κατανεύσαντος τοῦ θεοῦ τὴν χάριν λαβὼν τομάδος τὸ ἄκρον ἐν ποσὶν ἐρριμμένης διαιρεῖ μέσην καὶ κατὰ τὸ μῆκος τὴν τομὴν ποιησάμενος, ἔπειτα μεθεὶς εἰς τὸ φρέαρ ἔπειθε τοὺς Ἑβραίους τὸν θεὸν ἐπήκοον αὐτοῦ τῶν εὐχῶν γεγονέναι καὶ ὑπεσχῆσθαι τὸ ὕδωρ αὐτοῖς παρέξειν οἷον ἐπιθυμοῦσιν, ἂν πρὸς τὰ ὑπʼ αὐτοῦ κελευόμενα μὴ ὀκνηρῶς ἀλλὰ προθύμως ὑπουργῶσιν. 3.8ἐρομένων δʼ αὐτῶν, τί καὶ ποιούντων ἂν μεταβάλοι τὸ ὕδωρ ἐπὶ τὸ κρεῖττον, κελεύει τοὺς ἐν ἀκμῇ περιστάντας ἐξαντλεῖν λέγων τὸ ὑπολειπόμενον ἔσεσθαι πότιμον αὐτοῖς προεκκενωθέντος τοῦ πλείονος. καὶ οἱ μὲν ἐπόνουν, τὸ δʼ ὑπὸ τῶν συνεχῶν πληγῶν γεγυμνασμένον καὶ κεκαθαρμένον ἤδη πότιμον ἦν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.1 Joseph. AJ 3.7 (English) >>Joseph. AJ 3.11

Powered by PhiloLogic